Παρασκευή, 28 Αυγούστου 2015

Αγρυπνία Αγίου Ιωάννου στον Αχιλλέα και την Ευγενία











 Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοί καί ταπεινοί καί προσπέσωμεν ἐν μετάνοια κράζοντες ἐκ βάθους ψυχῆς. Δέσποινα βοήθησον, ἐφ' ἠμίν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων, μή ἀποστρέψεις σούς δούλους κενούς. Σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι

Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.
Ὁ τοῦ Κυρίου μεγαλώνυμος κῆρυξ καί Ἀποστόλων ἡ κρηπίς Ἰωάννη, θεομιμήτως πάριδε Πανάγιε, ἅπαντα τά πταίσματα, τῆς ἀθλίας ψυχῆς μου. Ρύσαι ἐκ παντοίων μέ καί ποικίλων κινδύνων, καί τόν κοινόν ἰλέωσαι Θεόν, ἴνα ἐν κρίσει παράσχει μοί ἄφεσιν.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον σού μόσχους.

Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Δεινῶν μέ χειμάζουσι λογισμοί, πρός σέ καταφεύγω, σωτηρίαν ἐπιζητῶν, Προφήτα καί Πρόδρομε Κυρίου, ἐκ πάσης νόσου καί βλάβης μέ λύτρωσαι.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Παθῶν μέ ταράττουσι προσβολαί, πολλῆς ἀθυμίας ἐμπιπλῶσαι μου τήν ψυχήν, εἰρήνευσον, Μάκαρ, ταῖς πρεσβείαις, ταῖς πρός Θεόν σου, Προφήτα καί σῶσον μέ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Τόν γής καί θαλάσσης καί Οὐρανοῦ, Ποιητήν ἁπάντων ἀοράτων καί ὁρατόν ὡς αὐτόν βαπτίσας ἐκδυσώπει, ἐκ πάσης νόσου καί βλάβης ρυσθῆναι μέ.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νοσοῦντα τό σῶμα καί τήν ψυχήν, ἐπισκοπῆς θείας καί προνοίας τῆς παρά σου, ἀξίωσον μόνη θεομῆτορ, ὡς ἀγαθή ἀγαθοῦ τέ λοχεύτρια.

Ὠδή γ'. Οὐρανίας ἁψίδος.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Προστασίαν καί σκέπην, τήν σήν ἀεί δίδου μοί, ἐπικαλουμένω Προφήτα, σύ μέ κυβέρνησον, ταῖς ἰκεσίαις σου, τόν ἀσφαλῆ πρός λιμένα, καί δεσμῶν μέ λύτρωσαι τοῦ πολεμήτορος.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ἱκετεύω, Προφήτα, τόν ψυχικόν τάραχον, καί τάς προσβολᾶς τῶν δεινῶν νόσων πάντοτε, ἐπερχομένας μοί, ἐξ ἐμοῦ, Πρόδρομε, τάχυ, μακράν ἀποδίωξον ταῖς ἰκεσίαις σου.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Χαλεπαῖς ἁμαρτίαις, καί νοσεροῖς πάθεσι, περικλυζομένω, Προφήτα, σύ μοί βοήθησον, ὑπό τήν σκέπην σου, ὁλοτελῶς προσφυγόντι, καί θερμῶς κραυγάζοντι, σῶσον μέ Πρόδρομε.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Εὐεργέτην τεκοῦσα, τόν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τόν πλοῦτον, πάσιν ἀναβλυσον. πάντα γάρ δύνασαι, ὡς δυνατόν ἐν ἰσχύι, τόν Χριστόν κυήσασα, Θεομακάριστε.
Διασωσον ἐκ πάσης νόσου Πρόδρομέ του Σωτῆρος, τούς ὑπό τήν σκέπην σου καταφεύγοντας, καί λύτρωσαι αἰωνίων βασάνων.
Ἐπιβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ἱερέας: Αἴτησις καί τό Κάθισμα.
Ἦχος δ'. Ταχύ προκατάλαβε…
Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τή γῆ, Χριστός ἀπεκάλυψε, τήν κεφαλήν σου ἠμίν , Προφήτα καί Πρόδρομε. Πάντες οὔν συνελθόντες, ἐν τή ταύτης εὐρέσει, ἄσμασι θεηγόροις, τόν Σωτήρα ὑμνοῦμεν, τόν σώζοντα ἠμᾶς, ἐκ φθορᾶς, ταῖς ἰκεσίαις σου.

Ὠδή δ'. Εἰσακήκοα Κύριε
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τῶν παθῶν μου τόν τάραχον, ὁ τόν εἰρηνάρχην βαπτίσας Κύριον, ταῖς πρεσβείαις σου κατεύνασον, καί εἰς γῆν πραέων μέ ἐνόρμισον.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Εὐσπλαχνίας τό πέλαγος, ὁ ἀνυποστόλως κηρύξας ἄπασι, καθικέτευέ σου δέομαι, τῶν βασάνων ὅπως λυτρωθείημεν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Ἀπολαύοντες, Πρόδρομε, τῶν σῶν δωρημάτων σοί χαριστήριον, ἀναμέλπομεν ἐφύμνιον, οἱ τῆς σῆς τρυφῶντες ἀντιλήψεως.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οἱ ἐλπίδα καί στήριγμα, καί τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι σέ, Πανύμνητε, δυσχέρειας πάσης ἐκλυτρούμεθα.

Ὠδή ἐ'. Φώτισον ἠμᾶς.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Πλήρωσον ἠμῶν, τάς αἰτήσεις τῶν τιμώντων σέ, ὁ τοῦ ἀδύτου τήν ὑφήλιον, φωτός πληρώσας τῷ κηρύγματί σου, Πρόδρομε.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Λύτρωσον ἠμᾶς, ἐκ κινδύνων Βαπτιστᾶ τοῦ Χριστοῦ, ὁ αἰωνίαν κηρύξας λύτρωσιν, καί τήν εἰρήνην τήν πάντα νοῦν ὑπερέχουσαν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Λύσον τῶν δεινῶν νοσημάτων τήν ἀσθένειαν, τῶν πρεσβειῶν τῶν σῶν τή θερμοτητι, ὁ τόν Σωτήρα βαπτίσαι φανεῖς ἐπάξιος.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τήν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα, καί τήν ὑγείαν ταῖς πρεσβείαις σου παρασχου μοί.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Θανάτου καί τῆς φθορᾶς ἑξάρπασον, ἀφθαρσίαν μοί διδούς ἀπολαύειν, ἐκ πειρασμῶν καί κίνδυνων παντοίων, καί ἐξ ἑφόδου τῶν νόσων ἐξαίρων μέ. Δεήσεσι σαῖς Βαπτιστά, ἐν Κυρίω καί σῶσον μέ δέομαι.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Προστάτην σέ τῆς ζωῆς ἐπίσταμαι, καί θερμόν ἐν περιστάσεσι πρέσβυν, καί πειρασμῶν διαλύοντα νέφος, καί πάσαν νόσον καί βλάβην ἐλαύνοντα καί δέομαι ὁ δυσμενής, ἐκ φθορᾶς τῶν παθῶν μου ρυσθῆναι μέ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Ἐν λάκκω ἁμαρτιῶν ἐμπέπτωκα, καί αὐτοῦ ἀναδραμεῖν οὐκ ἰσχύω. ἀλλ' ὁ Θεός τόν ἐκ λάκκου λεόντων, βαπτίσας πάλαι προφήτην ρυσάμενον, λιτάνευε ἴν ἐξ αὐτοῦ, ἀναγάγη μέ, Τίμιε Πρόδρομε.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὡς τεῖχος καταφυγῆς κεκτήμεθα, καί ψυχῶν σέ παντελῆ σωτηρίαν, καί πλατυσμόν ἐν ταῖς θλίψεσι, Κόρη, καί τῷ φωτί σου ἀεί ἀγαλλόμεθα. ὤ Δέσποινα καί νῦν ἠμᾶς, τῶν παθῶν καί κινδύνων διασωσον.
Διασωσον ἐκ πάσης νόσου, Πρόδρομε τοῦ Σωτῆρος, τούς ὑπό τήν σκέπην σου καταφεύγοντας, καί λύτρωσαι αἰωνίων βασάνων.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὅ Ἱερεύς μνημονεύει ὡς ἔθος.
Εἴτα τό Κοντάκιον. Ἦχος β'. τά ἄνω ζητῶν…
Προφήτα Θεοῦ καί Πρόδρομέ της χάριτος, τήν Κάραν τήν σήν, ὡς ρόδον ἱερώτατον, ἐκ τῆς γής εὐράμενοι, τάς ἰάσεις πάντοτε λαμβάνομεν. Καί γάρ πάλιν ὡς πρότερον, ἐν κόσμω κηρύττεις τήν μετάνοιαν.

Καί εὐθύς τό Προκείμενον Ἦχος δ'.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην (29-34.)
Τῷ καιρῶ ἐκείνω βλέπει ὁ Ἰωάννης τόν Ἰησοῦν ἐρχόμενον πρός αὐτόν, καί λέγει. Ἴδε ὁ ἀμνός τοῦ Θεοῦ, ὁ αἴρων τήν ἁμαρτίαν τοῦ κόσμου. Οὗτος ἔστι περί οὗ ἐγώ εἶπον. Ὀπίσω μου ἔρχεται ἀνήρ, ὅς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτος μου ἤν. καγῶ οὐκ ἤδειν αὐτόν. ἀλλ' ἴνα φανερωθῆ τῷ Ἰσραήλ, διά τοῦτο ἦλθον ἐγώ ἐν τῷ ὕδατι βαπτίζων. Καί ἐμαρτύρησεν Ἰωάννης, λέγων. Ὅτι τεθέαμαι τό Πνεῦμα καταβαῖνον ὡσεί περιστεράν ἐξ οὐρανοῦ, καί ἔμεινεν ἐπ' αὐτόν. Καγῶ οὐκ ἤδειν αὐτόν, ἀλλ' ὁ πέμψας μέ βαπτίζειν ἐν ὕδατι, ἐκεῖνος μοί εἶπεν. Ἐφ' ὄν ἄν ἴδης τό Πνεῦμα καταβαῖνον καί μένον ἐπ' αὐτόν, οὗτος ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι Ἁγίω. Καγῶ ἐώρακα, καί μεμαρτύρηκα, ὅτι οὗτος ἐστιν ὁ Υἱός τοῦ Θεοῦ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Ταῖς τοῦ Προδρόμου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος Πλ. β'. Ὅλην ἀποθεμένοι...
Προφήτα καί Πρόδρομε, ψυχῆς ἐμῆς θυμηδία, δέξαι, Πανακήρατε, τήν προσφερομένην σοί ἱκεσίαν μου, θλίψις γάρ ἔχει μέ καί δεινά παντοία, Ἰωάννη μεγαλώνυμε, σῶσον τόν δοῦλον σου, καί χειρός τοῦ δράκοντας μέ ἑξάρπασον, καί τούτου τῶν παγίδων νῦν, ὡς εὐσυμπαθῆς ἐλευθέρωσον, πρεσβείαν προσάγων, καθό κοινός μεσίτης πρός Θεόν, καί πάσης νόσου ἐκλύτρωσαι τόν αὐτοκατάκριτον.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου ..... Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.
Αναγνώστης: Κύριε Ελέησον 12

Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τῆς Ἀδάμ ἁμαρτίας τό χειρόγραφον, Λόγον τόν διαρρήξαντα, ἐν ρείθροις Ἰορδάνου κραυγάζων ὑπεδέξω, Ἰωάννη Πανεύφημε. Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Θελητήν τοῦ ἐλέους, τόν φιλάνθρωπον, Μάκαρ, ὑπέρ τῶν δούλων σου, δυσώπει τῶν πταισμάτων καί νόσων ἰοβόλων, λυτρωθῆναι τούς ψάλλοντας.
Ὁ τῶν Πατέρων ἠμῶν Θεός εὐλογητός εἰ.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Θησαυρόν σωτηρίας καί γαλήνιον ὅρμον, καί ἐν κινδύνοις ταχύν, προστάτην τοῖς καλούσιν, εἰδότες σέ βοῶμεν, τό κλυδώνιον στόρεσον, ἀσθενειῶν, Βαπτιστᾶ, ταῖς ἰκεσίαις σου.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Σωμάτων μαλακίας καί ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, τῶν πόθω προσιόντων τή σκέπη σου τή θεία, θεραπεύειν ἀξίωσον, ἡ τόν Σωτήρα Χριστόν ἠμίν ἀποτεκοῦσα.

Ὠδή ἡ'. Τόν Βασιλέα
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τούς βοηθείας τῆς παρά σου δεομένους, μή παρίδης, Προφήτα, βοώντας, καί ἑξαιτουμένους τήν σήν ἐπιστασίαν.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Τῶν ἰαμάτων τό δαψιλές ἐπιχέεις, τοῖς πιστῶς ὑμνούσι σέ, Προφήτα, καί ἀνευφημούσι, Παμμάκαρ Ἰωάννη.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Τῆς σωτηρίας τόν ἀρχηγόν ἱκετεύων, τόν Χριστόν, Προφήτα, μή ἐλλίπης, ὅπως ἐκ βασάνων ρυσθῶμεν αἰωνίων.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῶν πειρασμῶν σύ τάς προσβολᾶς ἐκδιώκεις, καί παθῶν τάς ἑφόδους, Παρθένε, ὅθεν σέ ὑμνοῦμεν εἰς πάντας τούς αἰώνας.

Ὠδή θ'. Κυρίως Θεοτόκον
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Ροήν μου τῶν δακρύων μή ἀποποίησης, ὁ ἐν ροαῖς Ἰορδάνου τόν πάντων Θεόν, συγκαταβάντα βαπτίσας, ὄν μεγαλύνομεν.
Πρόδρομε τοῦ Θεοῦ πρέσβευε ὑπέρ ἠμῶν.
Κακώσεως δαιμόνων, τῆς ἀδιαλείπτως ἐκπιεζούσης Προφήτα μέ λύτρωσαι, καί ἐπηρείας τῆς τούτων δεῖξον ἀνώτερον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι
Ἰσχύς καί θεραπεία, τῆς ἐξ ἀκρασίας καί χαλεπῆς ἁμαρτίας, Προφήτα γενού, κεκακωμένη ψυχή μου, ἴνα γεραίρω σέ.
Καί νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Χαρᾶς μου τήν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τό πλήρωμα, τῆς ἁμαρτίας τήν λύπην ἑξαφανίσασα.

Μεγαλυνάρια
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον, καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν Τιμιωτέρα τῶν Χερουβείμ, καί Ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Ἄγονον καί ἄκαρπον τήν ψυχήν, κέκτημαι, Παμμάκαρ, φύλλα μόνον ἄνευ καρπῶν, ἔρημον ἁπάσης ἀγαθῆς ἐργασίας, Προφήτα, ἀρετῶν μέ δεῖξον καρπούμενον.
Βαπτιστά καί Πρόδρομέ του Χριστοῦ, λύχνε φαεσφόρε, ἱκετεύω σέ ἐκτενῶς, λύχνον ἀναψόν μου ψυχῆς τῆς ταλαίπωρου, ἐσκοτισμένην οὖσαν σύ καταλάμπρυνον.
Δέομαι, Προφήτα καί Βαπτιστά, μή μέ ὑπερίδης τόν ἀνάξιον πρεσβευτήν, καταβαπτισθέντα τοῖς πάθεσι τοῦ βίου, καί ἐν βορβόρω ὄντα σύ ἑξανάστησον.
Πρέσβευε Προφήτα πρός τόν Θεόν, ὑπέρ τοῦ λαοῦ σου καί ἠμῶν τῶν ἁμαρτωλῶν, τῶν καταφευγόντων τή σκέπη σου τή θεία, καί ρύσαι πάσης νόσου καί περιστάσεως.
Δέσποινα καί Μήτηρ τοῦ λυτρωτοῦ, δέξαι παρακλήσεις ἀναξίων σῶν ἱκετῶν, ἴνα μεσιτεύσης πρός τόν ἔκ σού τεχθέντα, ὤ Δέσποινα τοῦ Κόσμου, γενοῦ μεσίτρια.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερεύς  Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Καί τό Τροπάριον. Ἦχος β'.
Μνήμη δικαίου μετ' ἐγκωμίων, σοί δέ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε, ἀνεδείχθης γάρ ὄντως καί Προφητῶν σεβασμιώτερος, ὅτι καί ἐν ρείθροις βαπτίσαι κατηξιώθης τόν κηρυττόμενον. Ὅθεν της ἀληθείας ὑπεραθλήσας χαίρων, εὐηγγελίσω καί τοῖς ἐν Ἅδη, Θεόν ἀνερωθέντα ἐν σαρκί, τόν αἴροντα τήν ἁμαρτίαν τοῦ κόσμου, καί παρέχοντα ἠμίν τό μέγα ἔλεος.
 ΟΙΚΟΙ ΧΑΙΡΕΤΙΣΤΗΡΙΟΙ
εις τον Βαπτιστήν  και Πρόδρομον του Σωτήρος  Άγιον Ιωάννην

Κοντάκιον. Ήχος πλ. δ'. Τη υπερμάχω.
Ως του Σωτήρος Βαπτιστήν και θείον Πρόδρομον
Και των Αγίων πάντων πρόκριτον και μείζονα
Ανυμνούμέν σε μακάριε Ιωάννη.
Αλλ' ως κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τω φωτί ημάς καταύγασον
Τους βοώντας σοι, χαίροις μέγιστε Πρόδρομε.

Άγγελος εν τω κόσμω, ως βροτών πάντων μείζων, εδείχθης Βαπτιστά Ιωάννη, (εκ γ΄) και παρέχεις άπασιν ημίν, την σην πλουσίαν εν πάσιν αντίληψιν διο το μεγαλείόν σου, θαυμάζοντες αναβοώμεν·

Χαίρε δι' ου η Τριάς μυείται·
χαίρε δι' ου ο Σατάν σοβείται.
Χαίρε Ζαχαρίου χαρά υπερκόσμιος·
χαίρε Ελισάβετ βλαστός θεοδώρητος.
Χαίρε ύψος δυσαντίβλεπτον αρετών υπερφυών·
χαίρε βάθος πολυθρύλητον δωρημάτων θεϊκών.
Χαίρε ότι υπάρχεις των Αγίων ακρότης·
χαίρε ότι τυγχάνεις Προφητών ωραιότης.
Χαίρε Χριστού Προφήτης και Πρόδρομος·
χαίρε παθών απάντων ανώτερος.
Χαίρε δι' ου ο Χριστός εβαπτίσθη·
χαίρε δι' ου ο εχθρός εμισήθη.
Χαίροις μέγιστε Πρόδρομε.

Βλέψας ο Ζαχαρίας, Ιωάννη Προφήτα, θυμιών εν τω ναώ Κυρίου, τον Άγγελον Θεού Γαβριήλ, παρ' αυτού την σην γέννησιν μεμύηται· αλλ' απιστήσας το πρότερον, είτα λαλήσας ανεβόα·
Αλληλούϊα.
Γεννηθείς εκ της στείρας, Ιωάννης ο πάνυ, έλυσε πατρός την αφωνίαν, και χαράς πάσαν την Ορεινήν, έπλησεν ως των κρειττόνων προάγγελος· διο συν τω Ζαχαρία τούτω άπαντες ανεβόων·
Χαίρε η λύσις της αφωνίας·
χαίρε η λήξις της αθυμίας.
Χαίρε των μελλόντων καλών ο προάγγελος·
χαίρε χαρισμάτων των θείων ανάπλεως.
Χαίρε δένδρον το κατάκαρπον επιπνοίας θεϊκής·
χαίρε φοίνιξ ο υψίκομος χάριτος Προφητικής.
Χαίρε ότι προήλθες παραδόξως εκ στείρας·
χαίρε ότι προλάμπεις φως ζωής της αγίας.
Χαίρε βλαστός της θείας χρηστότητος·
χαίρε κρατήρ Θεού αγαθότητος.
Χαίρε Χριστού προαγγέλλων τον τόκον·
χαίρε παθών διαλύων τον ζόφον.
Χαίροις μέγιστε Πρόδρομε.

Δύναμιν εν ερήμω, άνωθεν ενεδύσω, οικήσας εν αυτή από βρέφους, ως πέφευγας μετά της μητρός, την του Ηρώδου φρικτήν βρεφοκτονίαν· διο και πόθω έψαλλες, ως άγγελος Θεώ Προφήτα·
Αλληλούϊα.

Ερημον κατοικήσας, από βρέφους Προφήτα, ισάγγελος εν πάσιν εδείχθης, και νόμου σφραγίς και Προφητών, και απαρχή της νέας Χριστού χάριτος· διό καθάπερ άγγελον, υμνούμέν σε πόθω βοώντες·
Χαίρε το θρέμμα το της έρημου·
χαίρε ο φίλος ο του Κυρίου.
Χαίρε Προφητών και του νόμου εκσφράγισμα·
χαίρε δωρεών θεοσδότων θησαύρισμα.
Χαίρε άγγελος εν σώματι ως Αγγέλων μιμητής·
χαίρε άσαρκος εν σκάμμασιν ως θεόφρων ασκητής.
Χαίρε ότι Κυρίου προκηρύττεις την χάριν·
χαίρε ότι κινδύνων κατευνάζεις την ζάλην.
Χαίρε αστήρ της χάριτος μέγιστος·
χαίρε φωστήρ του Πνεύματος έκλαμπρος.
Χαίρε Θεού μυστηρίων επόπτα·
χαίρε κλεινέ Βαπτιστά και θεόπτα.
χαίροις μέγιστε Πρόδρομε.

Ζων ζωήν την αγίαν, εν ερήμω Προφήτα, εξέβης τους της φύσεως όρους· ακρίδας γαρ είχες ως τροφήν, και μέλι άγριον στερρώ φρονήματι· τω γλυκασμώ τω θείω γαρ, ενετρύφας Θεώ κραυγάζων·
Αλληλούϊα.

Ημφιέννυσο τρίχας, της καμήλου Προφήτα, και ζώνην την οσφύν δερμάτινην, και πάσιν εκήρυττες βοών· Μετανοείτε, ο Χριστός γαρ ήγγικε, ζωήν πάσι δωρούμενος· διό σοι πάντες εκβοώμεν·
Χαίρε ο κήρυξ της μετανοίας·
χαίρε ο ρύστης της απονοίας.
Χαίρε των Αγγέλων τον βίον μιμούμενος·
χαίρε των μελλόντων την γνώσιν τυπούμενος.
Χαίρε ρήτωρ μεγαλόφωνος βασιλείας ουρανών·
χαίρε γλώσσα θεοκίνητος απορρήτων αγαθών.
Χαίρε ο εν νηδύϊ τον Χριστόν προσκυνήσας·
χαίρε ο τοις ανθρώποις τούτον καθυποδείξας.
Χαίρε Χριστού θεόπνευστον όργανον·
χαίρε ψυχών εκπλύνων τον βόρβορον.
Χαίρε χρησμόν δεδεγμένος θεόθεν·
χαίρε ημών προστατεύων υψόθεν·
χαίροις μέγιστε Πρόδρομε.
Θείον ρήμα εδέξω, εκ Θεού εν ερήμω, και ελήλυθας πάσι κηρύττων, βάπτισμα μετανοίας σοφέ, εν τη του Ιορδάνου περιχώρω· και πάντες σοι προσήρχοντο, και εβαπτίζοντο βοώντες·
Αλληλούϊα.

Ιησούν τον Σωτήρα, τοις λαοίς εν ερήμω, υπέδειξας Προφήτα κραυγάζων· Ίδε ο αμνός του Θεού, ο τα του κόσμου αίρων αμαρτήματα· διό το υπεραίρόν σου αξίωμα υμνούντες βοώμεν·
Χαίρε ο άϋλος εν τη όλη·
χαίρε ο άσαρκος εν ασκήσει.
Χαίρε μυστηρίων των θείων διάκονε·
χαίρε μετανοίας αγίας διδάσκαλε.
Χαίρε ρείθρον διειδέστατον οικτιρμών των θεϊκών·
χαίρε σκεύος χρυσοκόλλητον αρετών ασκητικών.
Χαίρε ότι κηρύττεις τοις λαοίς σωτηρίαν·
χαίρε ότι παρέχεις ζωτικήν χορηγίαν.
Χαίρε Χριστού κηρύξας την σάρκωσιν·
χαίρε λαοίς εκφήνας την άφεσιν.
Χαίρε φωτός ουρανίου δοχείον·
χαίρε πολλών χαρισμάτων ταμείον·
χαίροις μέγιστε Πρόδρομε.

Κήρυξ προαπεστάλης, ως φησιν ο Προφήτης, ελεύσεως ημίν του Σωτήρος, ον και βαπτίσας σωματικώς, εν τοις του Ιορδάνου θείοις νάμασιν, Ιωάννη πολλής χάριτος, ηξιώθης ανακράζων·
Αλληλούϊα.

Λάμπων τη πολιτεία, ηξιώθης βαπτίσαι, Χριστόν εν Ιορδάνη Προφήτα, και φωνής ήκουσας Πατρικής, και ως περιστεράν Πνεύμα το Άγιον, επ' αυτόν εώρακας· διό σοι πάντες αναβοώμεν·
Χαίρε θεάμων των αθεάτων·
χαίρε επόπτα ξένων πραγμάτων.
Χαίρε ο βαπτίσας Χριστόν εν τοις ύδασι·
χαίρε ο φωτίσας ημάς θείοις ρήμασι.
Χαίρε ότι φωνής ήκουσας ουρανόθεν Πατρικής·
χαίρε ότι κατηξίωσαι όψεως θεαρχικής.
Χαίρε ο κατοπτεύσας το Πανάγιον Πνεύμα·
χαίρε ο κατακλύσας το ολέθριον ρεύμα.
Χαίρε ιδών τα πάσιν αθέατα·
χαίρε ορών βροτοίς τα ανέφικτα.
Χαίρε Προφήτα ο μείζων απάντων·
χαίρε ανθρώπων αλγήματα παύων·
Χαίροις μέγιστε Πρόδρομε.

Μέγας εν τοις Αγίοις, ως υπέρτερος πάντων, βροτών εν γεννητοίς Ιωάννη, εδείχθης, ω χαρίτων των σών! τίς γαρ άλλος ολβιώτερος πέφηνε, πλην σου ω πανθαύμαστε; Χριστόν γαρ εβάπτισας κράζων·
Αλληλούϊα.

Νόμου προκινδυνεύων, ήλεγχες Ιωάννη, Ηρώδου την παράνομον πράξιν, παρ' ου εκτμηθείς την κεφαλήν, τοις εν Άδη κήρυξ Χριστού και προάγγελος, έδραμες αυτόν κηρύττων, ελευσόμενον τοις βοώσι·
Χαίρε το στόμα της παρρησίας·
χαίρε το όμμα της συμπαθείας.
Χαίρε ο ελέγξας Ηρώδου την άνοιαν·
χαίρε ο εκτίλας των παθών την άκανθαν.
Χαίρε κήρυξ και προάγγελος τοις εν Άδη του Χριστού·
χαίρε άνθος ευωδέστατον προσταγμάτων του Θεού.
Χαίρε ότι ξηραίνεις την ιλύν αμαρτίας·
χαίρε ότι εκφαίνεις την ισχύν απαθείας.
Χαίρε πηγή ιάσεις πηγάζουσα·
χαίρε λαμπάς ημάς καταλάμπουσα.
Χαίρε Χριστόν κατιδών και βαπτίσας·
χαίρε εχθρού την απάτην εκτρίψας·
χαίροις μέγιστε Πρόδρομε.

Ξένος των εν τω κόσμω, ανεδείχθης Προφήτα, και ώφθης υπερκόσμιος όντως· τις γαρ ουκ εξίσταται εν σοί; της γαρ κορυφής ήψω του Παντάνακτος· διό την σην λαμπρότητα, αγόμενοι Χριστώ βοώμεν·
Αλληλούϊα.

Ολος λελαμπρυσμένος, όλος δεδοξασμένος, ως μέγας Βαπτιστής του Σωτήρος, πέλων Ιωάννη θαυμαστέ, εξιστάς άπαντας τοις μεγαλείοις σου, και χάριν νέμεις άφθονον, τοις ευλαβώς σοι εκβοώσι·
Χαίρε ο πάμφωτος εωσφόρος·
χαίρε ο άνωθεν σελασφόρος.
Χαίρε εγκράτειας εικών θεοτύπωτος·
χαίρε απαθείας λειμών θεοφύτευτος.
Χαίρε ήλιε πολύφωτε αρετών ασκητικών·
χαίρε άρουρα κατάκαρπε ψυχοτρόφων αγαθών.
Χαίρε ότι ετμήθης παρ' Ηρώδου την κάραν·
χαίρε ότι βραβεύεις την γαλήνιον αύραν.
Χαίρε πιστών ατίνακτον έρεισμα·
χαίρε ημών χαρά και εδραίωμα.
Χαίρε παθών καταστέλλων την ρύμην·
χαίρε ψυχών θεραπεύων την λύμην·
χαίροις μέγιστε Πρόδρομε.

Πότον άσεμνον άγων, μετά των μεγιστάνων, Ηρώδης επί τοις γενεθλίοις, απέτεμε την σην κεφαλήν, μη αιδεσθείς σου το αιδέσιμον Πρόδρομε, ημείς δε σε γεραίροντες, τη Τριάδι πιστώς βοώμεν
Αλληλούϊα.

Ρείθροις των σων αιμάτων, η Χριστού Εκκλησία, την εαυτής βάψασα πορφύραν, δοξάζει τον νυμφίον Χριστόν, και σε ως νυμφοστόλον θεοτίμητον, γεραίρει θείε Πρόδρομε, και κατά χρέος εκβοά σοι·
Χαίρε ο οίκος του Παρακλήτου·
χαίρε ο Πρόδρομος του Κυρίου.
Χαίρε μυροθήκη αγνείας μυρίπνοος·
χαίρε ευσέβειας λυχνία αείφωτος.
Χαίρε φίλος οικειότατος του Παντάνακτος Χριστού·
χαίρε στύλος απερίτρεπτος του θεόφρονος λαού.
Χαίρε του Ιορδάνου αγιάσας την χώραν·
χαίρε του σαρκωθέντος μεγαλύνας την δόξαν.
Χαίρε μορφή Αγγέλοις αιδέσιμος·
χαίρε στερρός δαιμόνων αντίπαλος.
Χαίρε Χριστού την χρηστότητα φαίνων·
χαίρε χαράν ημίν άληκτον φέρων·
χαίροις μέγιστε Πρόδρομε.

Συστείλαντες το θείον, και πανάγιον σώμα, το σον οι ιεροί μαθηταί σου, κατέβηκαν εν τάφω αυτό, υμνούντες τα θείά σου προτερήματα, μεγαλώνυμε Πρόδρομε, και τω Σωτήρι ανεβόων·
Αλληλούϊα.

Την αγίαν σου κάραν, ως αγίασμα θείον, και Πνεύματος αγίαν εστίαν, φανείσαν εκ λαγόνων της γης, περικυκλούντες πιστώς προσπτυσσόμεθα, αγιασμόν λαμβάνοντες, εξ αυτής και πιστώς βοώμεν·
Χαίρε Κυρίου ο παραστάτης·
χαίρε ο μέγας ημών προστάτης.
Χαίρε των Αγίων απάντων υπέρτερος·
χαίρε των Οσίων Πατέρων ο όρχαμος.
Χαίρε όρος αληθέστατος παρθενίας ευαγούς·
χαίρε λύρα θεοκίνητος κατευφραίνουσα πιστούς.
Χαίρε ότι ιθύνεις μετανοίας προς τρίβον·
χαίρε ότι ξηραίνεις βορβορώδες παν ρείθρον.
Χαίρε πιστών σεπτόν αγαλλίαμα·
χαίρε ημών το θείον εντρύφημα.
Χαίρε σεμνών ασκητών αρχηγέτης·
χαίρε των σων φοιτητών ποδηγέτης·
χαίροις μέγιστε Πρόδρομε.

Υψηλόν βίον έχων, ως εκ μητρός νηδύος, Ιωάννη καθηγιασμένος, εξιστάς τη ση περιωπή, τους καθορώντάς σε οιάπερ άγγελον, μετά σώματος βιούντα, και πάντες Θεώ ανεβόων·
Αλληλούϊα.

Φρίττουσι των δαιμόνων, την πλουσίαν σου χάριν, μεγαλώνυμε Προφήτα τα στίφη, οι δε πιστοί χαίρουσιν εν σοι, της θαυμαστής αρωγής σου τας χάριτας, καθ' εκάστην καρπούμενοι, και ευλαβώς σοι εκβοώμεν·
Χαίρε ο μέγας εν προστασίαις·
χαίρε ο ρύστης εν απορίαις.
Χαίρε χαρισμάτων πλουσίων συμφόρημα·
χαίρε ευσπλαγχνίας της θείας απόρροια.
Χαίρε σάλπιγξ μεγαλόφωνος οικτιρμών των θεϊκών·
χαίρε όρμος ακλυδώνιστος των εν θλίψεσι ψυχών.
Χαίρε ότι πηγάζεις γλυκασμόν σωτηρίας·
χαίρε ότι σκεδάζεις την αχλύν ραθυμίας.
Χαίρε γλυκύς και χάριτος έμπλεως·
χαίρε ημών ακοίμητος έφορος.
Χαίρε δι' ου ο Σατάν κατοιμώζει·
χαίρε δι' ου ο Σωτήρ ημάς σώζει·
χαίροις μέγιστε Πρόδρομε.

Χάριτος νέας κήρυξ, Πρόδρομε Ιωάννη, χαρίτωσον ημών τας καρδίας· σε γαρ προστάτην και βοηθόν, και προς τον Χριστόν πρεσβευτήν θερμότατον, κεκτήμεθα πανάγιε, και σοι προσιόντες βοώμεν·
Αλληλούϊα.

Ψάλλοντές σου τους ύμνους,, Πρόδρομε Ιωάννη, υμνούμέν σου το μέγιστον κλέος· μέγας γαρ ενώπιον Θεού, ως έφη ο Άγγελος εχρημάτισας· διό εκ της μεγίστης σου, χάριτος δίδου τοις βοώσι·
Χαίρε ο μείζων πάντων Αγίων·
χαίρε Αγγέλων ουδέν ελάττων.
Χαίρε Αποστόλων σεπτόν ακροθίνιον·
χαίρε, θλιβομένων ψυχών παραμύθιον.
Χαίρε τείχος ακατάβλητον Εκκλησίας του Χριστού·
χαίρε ξίφος τέμνον άπασαν την μανίαν του εχθρού.
Χαίρε Προφητομάρτυς Πρόδρομε Ιωάννη·
χαίρε ο Χριστοκήρυξ Πνεύματος εν δυνάμει.
Χαίρε λαμπτήρ ψυχής μου και ήδυσμα·
χαίρε τρυφή νοός μου και στήριγμα.
Χαίρε δι' ου σωτηρίαν ελπίζω·
χαίρε δι' ου την ζωήν μου ρυθμίζω·
χαίροις μέγιστε Πρόδρομε.

Ω Προφήτα Κυρίου, μεγαλώνυμε κήρυξ, υπέρτερε Αγίων και μείζων, (εκ γ΄) δέξαι εκ χειλέων ρυπαρών, ως προσφοράν καί ευώδες θυμίαμα, το παρόν μου εφύμνιον, και βοήθει μοι ίνα κράζω·
Αλληλούϊα.

Κοντάκιον. Ήχος πλ. δ'. Τη υπερμάχω.
Ως του Σωτήρος Βαπτιστήν και θείον Πρόδρομον
Και των Αγίων πάντων πρόκριτον και μείζονα
Ανυμνούμέν σε μακάριε Ιωάννη.
Αλλ' ως κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τω φωτί ημάς καταύγασον
Τους βοώντας σοι, χαίροις μέγιστε Πρόδρομε.




 H θέση της Παναγίας στην Ορθόδοξη Εκκλησία
Αρχιμ. Βασίλειος Ιβηρίτης

Συνέντευξη σε ραδιοφωνικό σταθμό της Κύπρου τον Μάιο του 1989

Ερώτησι: Ένας περίφημος ύμνος της Εκκλησίας μας ονομάζει την Παναγία ουρανό: «Αὕτη γὰρ ἀνεδείχθη οὐρανὸς καὶ ναὸς τῆς θεότητος». Θα θέλατε, π. Βασίλειε, να συζητήσουμε λίγο τη θέσι της Πλατυτέρας των Ουρανών μέσα στην Ορθόδοξή μας Εκκλησία;

Απάντησι: «Αὕτη γὰρ ἀνεδείχθη οὐρανὸς καὶ ναὸς τῆς θεότητος»... Θυμάμαι ένα άλλο θεοτοκίο, που λέει ότι η Παναγία είναι η «οὐρανώσασα τὸ γεῶδες ἡμῶν φύραμα», είναι αυτή που έκανε τη γη ουρανό.
Και ο άγιος Νικόλαος ο Καβάσιλας λέει ότι, όταν ο Θεός δημιούργησε τα πάντα και, βλέποντάς τα, είδε και είπε ότι ήταν «καλὰ λίαν», αυτό το «καλὰ λίαν» αυτό το κάλλος και αυτή η καλοσύνη, αφορούσαν την Παναγία. Δηλαδή, ήταν όλα «καλὰ λίαν», επειδή οδηγούσαν στην Παναγία, επειδή εν τέλει θα εγεννάτο η Παναγία. Έτσι, η Παναγία είναι ο σκοπός όλης της δημιουργίας και το τέλος όλης της αναμονής της Παλαιάς Διαθήκης.

Ο Θεός δημιούργησε όλο τον κόσμο «καλὸν λίαν» και δημιούργησε στο τέλος τον άνθρωπο, για το πλάσιμο του οποίου καταβάλλει μια ιδιαίτερη προσπάθεια, κάνει μια ιδιαίτερη ενέργεια. Δεν λέγει και γεννάται, αλλά πλάθει τον άνθρωπο «ἐκ τῆς γῆς», και εμφυσά «πνοὴν ζωῆς» σ᾿ αυτόν. Ο Μέγας Βασίλειος λέει ότι ο Θεός έδωσε στον άνθρωπο «μοῖραν τῆς αὐτοῦ θεότητος». Κι έτσι, εμείς θα μπορούσαμε να γινώμαστε θεοί κατά χάριν, αν υπακούαμε στο θέλημα του Θεού. Εν τέλει, αφού μας έκανε αυτή τη μεγάλη δωρεά της ελευθερίας, και η ελευθερία είναι δίκοπο μαχαίρι ‒είτε πηγαίνεις επάνω δια της υπακοής, είτε καταστρέφεσαι δια της ανταρσίας και της αυτονομίας‒ εμείς ακολουθήσαμε τη φιλαυτία, και χάσαμε τον Παράδεισο, βγήκαμε έξω από τον Παράδεισο, και ζήσαμε μια ζωή βασανισμένη, χιλιετίες και αιώνες πολλούς. Και αυτό το βάσανο το ξέρουμε όλοι μας.

Γεννιέται τότε το ερώτημα πολλές φορές: Γιατί ο Θεός δεν μας έσωσε, εφ᾿ όσον μας αγαπούσε; Εμείς παρηκούσαμε του πλάσαντος, κάναμε, όπως λέμε, του κεφαλιού μας. Αλλά Αυτός, ως Θεός εύσπλαγχνος και Πατέρας, γιατί δεν μας έβαζε πάλι στον Παράδεισο; Όμως δεν υπάρχει Παράδεισος, χωρίς την ελευθερία. Λέει ο άγιος Ιωάννης ο Χρυσόστομος: «Δεν θα μπορούσε ο Χριστός να σώση τον Ιούδα;». Και απαντά ο ίδιος, και λέει ότι ο Χριστός έκανε τα πάντα, αλλά δεν ήθελε δια της βίας να σώση τον Ιούδα, γιατί δια της βίας δεν υπάρχει σωτηρία, παρά μόνο η καταστροφή του ανθρώπου.

Έτσι, λοιπόν, περιμέναμε χιλιετίες ολόκληρες, για να έρθη κάποιος άνθρωπος, ο οποίος θα καταλάβαινε τι σημαίνει αγάπη του Θεού. Αλλά, για να το καταλάβαινε αυτό, έπρεπε να ήταν καθαρός και πολύ ταπεινός. Και γεννήθηκε η Παναγία. Και νομίζω ότι αυτό το καταλαβαίνουμε μ᾿  εκείνα που λέει ο Απόστολος Παύλος στην προς Γαλάτας επιστολή του: «Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι». Πριν να έρθη η πίστι, ήμαστε κλεισμένοι μέσα στον Νόμο. Ο Νόμος έγινε παιδαγωγός εις Χριστόν, αλλά ο Νόμος, οποιοσδήποτε νόμος, ήταν ανίκανος, και είναι ανίκανος να σώση και να ικανοποιήση τον άνθρωπο αληθινά.

Γι' αυτό, όταν ήρθε το «πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ὑπὸ... νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν». Και το πλήρωμα του χρόνου είναι η γέννησι της Παρθένου, της γυναικός δια της οποίας έγινε άνθρωπος ο Θεός. Αυτή είναι η «κλῖμαξ δι᾿ ἧς κατέβη ὁ Θεὸς» και η «γέφυρα ἡ μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν».

Αυτή, λοιπόν, η «ἐκ κοιλίας μητρός» της ηγιασμένη, ακριβώς γιατί ήταν καρπός πολλής προσευχής των γονέων της, του Ιωακείμ και της Άννης, που ζήτησαν να τους χαρίση ο Θεός ένα παιδί, και να το αφιερώσουν εξ ολοκλήρου στον Θεό, αφιερώθηκε στον Θεό από βρεφικής ηλικίας. Και ακούμε στην ακολουθία των Εισοδίων να ψάλλη η Εκκλησία ότι «τῶν ἁγίων εἰς ἅγια ἡ ἁγία καὶ ἄμωμος ἐν ἁγίῳ Πνεύματι εἰσοικίζεται». Εκεί μένει η Παρθένος επί χρόνια, εκεί τρέφεται με τροφή Αγγέλου, και, όταν φθάση σε μια ώριμη ηλικία και έχη ως μνηστήρα τον Ιωσήφ, δέχεται τον αρχαγγελικό ασπασμό, και είναι πια ικανή να πη «ναι» στο μήνυμα του Αγγέλου, να πη «γένοιτό μοι κατὰ τὸ ρῆμά σου», να δεχθή να γίνη το θέλημα του Θεού σ᾿ αὐτή. Κι από τότε και στο εξής, να γίνη εκείνη η οποία, δια της όλης υπάρξεώς της, σαρκοποιεί τον Υιό και Λόγο του Θεού. Και έτσι, γίνεται η «εὐρυχωροτέρα τῶν οὐρανῶν», η βασίλισσα των Αγγέλων, και αυτή που πράγματι αξιώνεται να κάνη τη γη ουρανό.

Ερώτησι: Οι Πατέρες, μιλώντας με τη γλώσσα της θεολογίας και της θεοπνευστίας, καθόρισαν για την Πλατυτέρα των Ουρανών ότι βρίσκεται μεταξύ κτιστού και ακτίστου. Τι σημαίνει αυτό;

Απάντησι: Μ᾿ αυτό που μου λέτε θυμάμαι τον ύμνο που ψάλλουμε στην εκκλησία, ότι η Παναγία είναι η «τιμιωτέρα τῶν Χερουβὶμ καὶ ἐνδοξωτέρα ἀσυγκρίτως τῶν Σεραφίμ». Αυτή είναι «καθαρωτέρα λαμπηδόνων ἡλιακῶν».

Θα ήθελα τώρα να έλεγα κάτι γενικά για τις γυναίκες. Όπως είπατε, η Παναγία ‒το λέει ο άγιος Γρηγόριος ο Παλαμάς‒ είναι «μεθόριον κτιστῆς καὶ ἀκτίστου φύσεως», και κανείς δεν μπορή να έρθη προς τον Θεο, παρά μόνο δι᾿ αυτής. Και είναι η δόξα της ανθρωπότητος, είναι το «μητροπάρθενον κλέος». Είναι αυτή στην οποία «πᾶσα ἡ κτίσις ἀγάλλεται». Και είναι η Μητέρα μας, εκείνη η οποία μας έθρεψε και μας θήλασε με τη Χαρι και με τον Παράδεισο, ενώ η πρώτη, η Εύα, μας θήλασε με την ανταρσία, με τα πάθη και τον θάνατο.

Η Παναγία, όπως λέει η λέξι, είναι πάνω απ᾿ όλους τους  Αγίους. Και είναι πάνω απ᾿ όλους τους  Αγίους, γιατί ξεπέρασε όλους σε καθαρότητα, σε ταπείνωσι και σε υπακοή. Μπορεί να είναι μεγάλοι ο Τιμιος Πρόδρομος, ο Απόστολος Παύλος, οι άλλοι Απόστολοι, οι μεγάλοι Πατέρες, Ομολογητές και Μαρτυρες. Όμως κανείς δεν μπορεί να συγκριθή με την Παναγία. Γι᾿ αὐτό, βλέπουμε ότι το κάλλος της Παναγίας και το φως το οποίο έρχεται από την Παναγία είναι «ἔσωθεν», είναι «ὁ τῆς κοιλίας αὐτῆς καρπός». Αυτό το κάλλος που γέννησε και το φως το ανέσπερο, που είναι ο ίδιος ο Υιός και Θεός της, είναι αυτό που φωτίζει όλη τη ζωη μας, τα προβλήματά μας και τις δυσκολίες μας.

Και γυρίζω πάλι σ᾿ αὐτὸ που είπα πριν από λίγο, ότι θα ήθελα να μιλήσω για τις γυναίκες. Το πώς θα τιμήσουμε τη γυναίκα, το πώς θα γίνη αυτό και πώς θα συμβή, θα το βρούμε μέσα στην Ορθόδοξη Εκκλησία, φωτισμένοι από το φως που γεννήθηκε από τη Θεοτόκο, δηλαδή από τον Θεάνθρωπο. Και βλέπουμε ότι οι γυναίκες τώρα θέλουν να πάρουν μια θέσι ένδοξη. Αλλά το πού μπορεί να φθάση η γυναίκα, το έδειξε η Παναγία με το να γίνη «τιμιωτέρα τῶν Χερουβὶμ καὶ ἐνδοξωτέρα ἀσυγκρίτως τῶν Σεραφίμ». Και αν είναι μεγάλοι οι Απόστολοι και οι αρχιερείς, κανείς δεν είναι μεγαλύτερος από την Παναγία· και αν η Παναγία είναι μεγαλύτερη απ᾿ όλους τους αρχιερείς, δεν έγινε, ωστόσο, ούτε διάκος ούτε ιερέας ούτε δεσπότης. Βλέπουμε, λοιπόν, ότι οι γυναίκες δεν γίνονται διάκοι ή ιερείς, όχι γιατί υποτιμώνται μέσα στην Εκκλησία, αλλά γιατί τιμώνται υπερτέρως.

Έτσι, αναδεικνύεται η αλήθεια που λέει ο Απόστολος Παύλος ότι όταν ασθενώ, τότε είμαι δυνατός, και όταν ταπεινώνωμαι, τότε δοξάζομαι. Και το ασθενές φύλο, μέσα στην Εκκλησία, δια της υπακοής και δια της ταπεινώσεως, την οποία εφαρμόζουν και ζουν οι Άγιοι και την οποία εφήρμοσε και ενσάρκωσε ιδιαιτέρως η Παναγία, αποδεικνύεται ισχυρό και ισχυρότερο.

Ερώτησι: π. Βασίλειε, λέμε στον ύμνο «τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα». Ποιό είναι αυτό «τὸ μεσότοιχον τῆς ἔχθρας» ;

Απάντησι: Νομίζω ότι είναι η έχθρα μεταξύ του διαβόλου και του Θεού, της ανταρσίας και της υπακοής. Κι εμείς, με την παράβασι, ακολουθήσαμε τον διάβολο, και όχι τον Θεο. Και μας πέρασε ο λογισμός ότι θα μπορούσαμε να φθάσουμε στην αγιότητα δια της αμαρτίας, και να φθάσουμε στη θέωσι με το να υπακούσουμε στον διάβολο. Και έτσι δημιουργήθηκε όλο αυτό το χάσμα, όλος ο μεσότοιχος που μας χωρίζει από τον Θεο.

Αλλά έπρεπε να υπάρξη κάποιος άνθρωπος φωτισμένος, καθαρός, ταπεινός, πανάγιος, ο οποίος θα καταλάβαινε ότι δια της υπακοής φθάνουμε στην ελευθερία, δια της ταπεινώσεως φθάνουμε στη δόξα και, θα έλεγα, δια της παρθενίας και της ολοκληρωτικής αφοσιώσεως στον Θεό φθάνουμε στον όντως γάμο και στην ενότητα την αληθινή και ολοκληρωτική με τον Θεό.

Ερώτησι: Ερχόμενος, π. Βασίλειε, από το Περιβόλι της Παναγίας, το Άγιον Όρος, στην Κύπρο, που έχει αφιερώσει στην Παναγία πολλούς ναούς και πολλά μοναστήρια, πως νοιώθετε;

Απάντησι: Είναι αλήθεια ότι ήρθα στην Κύπρο, προσκεκλημένος, με μια διάθεσι να μιλήσω για την Παναγία. Και, έκπληκτος, βρέθηκα στο νησί της Παναγίας, γιατί σχεδόν όλα τα μοναστήρια σας είναι αφιερωμένα στην Παναγία, τόσες θαυματουργές εικόνες έχετε σε πολλές εκκλησίες και στα σπίτια σας εσείς, οι Κύπριοι.

Αλλά κάτι που μου έκανε πολλή εντύπωσι και ήταν μια δωρεά της Παναγίας ήταν όταν επισκέφθηκα ένα χωριό, την Ορά. Είδαμε μια πολύ μεγάλη, πετρόκτιστη και ωραία εκκλησία, και πήγαμε να προσκυνήσουμε. Ζητήσαμε, λοιπόν, να έρθη ο νεωκόρος. Προσκυνήσαμε τις εικόνες του τέμπλου και μπήκαμε μέσα στο ιερό. Βγαίνοντας έξω, είδαμε μια εικόνα της Παναγίας στον αριστερό τοίχο. Ήταν αρχαία και πάρα πολύ ωραία εικόνα. Την ώρα που προσκυνούσαμε, ο νεωκόρος, ένας ηλικιωμένος άρχοντας του χωριού, μου είπε μια φράσι, που σ᾿ αυτή ήταν όλο το νόημα και το περιεχόμενο του μυστηρίου της Παναγίας. Αυθόρμητα μου είπε: «Είναι ωραία η Βασίλισσά μας. Γεια στα χέρια εκείνου που την έκανε».

Η Βασίλισσα της Κύπρου είναι η Παναγία. Και η Παναγία είναι ωραία· και ωραία τη λένε οι Προφήτες, τη λένε οι Πατέρες, τη λένε οι ύμνοι. Και το κάλλος της Παναγίας ηράσθη, αγάπησε ο Θεός και έγινε άνθρωπος. Το κάλλος της Παναγίας είναι το κάλλος της ταπεινώσεως και της καθαρότητος. Το κάλλος αυτό είναι που σώζει τον άνθρωπο και τον κόσμο όλο. Και το κάλλος αυτό είναι «τὸ ἀληθινὸν καὶ ἐράσμιον», όπως λέει ο Μεγας Βασίλειος, είναι η ίδια η άκτιστη χάρι του Θεού, είναι η ίδια η Θεότης.

Έτσι, συγκινήθηκα ιδιαίτερα, όταν ένοιωσα αυτό το κάλλος, αυτή τη χάρι, να υπάρχη σ᾿ όλο το νησί της Παναγίας, που είναι η Κύπρος. Και συγκινείται κανείς ιδιαίτερα, όταν βλέπη πόσο ζη η Παναγία μεταξύ μας, και πόσο πράγματι η Ορθόδοξη Εκκλησία είναι σώμα Χριστού. Όχι από ένα Προφήτη, όχι από ένα Πατέρα της Εκκλησίας, αλλά από ένα απλό άνθρωπο, χωριάτη και άρχοντα, άκουσα αυτή τη μεγάλη φράσι: «Η Βασίλισσά μας είναι ωραία». Και το κάλλος αυτό είναι που θα σώση την Κύπρο, και θα σώση τον κόσμο όλο.














Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.